Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
altramuz | thérmos θέρμος |
Lupinus albus L. |
2.109 |
fol. fol.
σλη (238)
Texto provisional
περὶ θέρμου· [θέρμος ἥ-
μερος· Ῥωμαῖοι λουππίνουμ, Αἰγύπτιοι βρεχού.] θέρμος ὁ ἥμερος γνώριμος, οὗ τὸ ἄλευρον σὺν μέλιτι ἐκλειχόμενον ἢ μετὰ ὄξους πινόμενον ἕλμινθας φθείρει. καὶ αὐτοὶ δὲ ἀποβραχέντες καὶ ἔμπικροι ἐσθιόμενοι τὸ αὐτὸ δρῶσι, καὶ τὸ ἀφέψημα <δὲ> αὐτῶν τὸ αὐτὸ ποιεῖ μετὰ πηγάνου ποθὲν καὶ πεπέρεως, καὶ σπληνικοὺς ὠφελεῖ, ἐπάντλημά τε γαγγραίνης, θηριωμάτων, ψώρας ἀρχομένης, ἀλφῶν, σπίλων, ἐξανθημάτων, ἀχώρων· τὸ δ᾽ αὐτὸ καὶ κατα-
fol. fol.
μηνίων καὶ ἐμβρύων ἐπισπαστικὸν μετὰ σμύρνης καὶ μέλιτος ἐν προσθέτῳ. καθαίρει δὲ τὸ ἄλευρον χρῶτα καὶ πελιώματα, καὶ φλεγμονὰς πραύνει σὺν ὕδατι καὶ ἀλφίτῳ, σὺν ὄξει δὲ ἰσχιάδας παρηγορεῖ καὶ φύματα. {2} χοιράδας δὲ μεταβάλλει ἑψηθεὶς ἐν ὄξει καὶ καταπλασθεὶς καὶ ἄνθρακας περιρρήσσει. μεθ᾽ ὕδατος δὲ ὀμβρίου ἑψηθέντες οἱ θέρμοι ἄχρι χυλώσεως πρόσωπον σμήχουσι, μετὰ δὲ χαμαιλέοντος ῥίζης τοῦ μέλανος ἑψηθέντες προβάτων ψώρας ἰῶνται ἐκλελουμένων τῷ ἀφεψήματι χλιαρῷ. ἡ δὲ ῥίζα ἑψηθεῖσα σὺν ὕδατι καὶ ποθεῖσα οὔρησιν κινεῖ. οἱ δὲ ἀπογλυκανθέντες λεῖοι σὺν ὄξει ποθέντες στομάχου ἄσην πραύνουσι καὶ ἀνορεξίαν ἰῶνται.
[θέρμος ἄγριος· Ῥωμαῖοι λουππίνουμ ἀγρέστεμ.]
γίνεται δὲ καὶ <2ἄγριος θέρμοσ>2, ἐμφερὴς τῷ ἡμέρῳ κατὰ
πάντα, μικρότερος δέ, ποιῶν ὅσα καὶ ὁ ἥμερος.