Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
hierba mora | strýkhnos mélas kēpaîos στρύχνος μέλας κηπαῖος |
Solanum nigrum L. |
4.70 |
φμβ (542)
Texto provisional
στρύχνος [μέλας] κηπαῖος· [οἱ δὲ ἥμερον, Ῥωμαῖοι στρούμουμ, οἱ δὲ κουκούβαλουμ, Αἰγύπτιοι ἀληλώ, Γάλλοι σκούβουλου<μ>, Ἄφροι ἀστιρσμουνίμ·] ἐδώδιμόν ἐστι. θαμνίσκος οὐ μέγας, μασχάλας ἔχων πολλάς, φύλλα μέλανα, ὠκίμου μείζονα καὶ πλατύτερα, καρπὸς περιφερής, χλωρὸς ἢ μέλας· ἔγκιρρος δὲ γίνεται μετὰ τὸ πεπανθῆναι· ἀβλαβὴς δὲ ἡ βοτάνη πρὸς γεῦσιν. δύναμιν δὲ ἔχει ψυκτικήν, ὅθεν τὰ φύλλα καταπλασσόμενα ἁρμόζει πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας μετὰ πάλης ἀλφίτου, καθ᾽ ἑαυτὰ δὲ ἐπιτιθέμενα λεῖα αἰγίλωπας θεραπεύει καὶ κεφαλαλγίας καὶ στομάχῳ καυσουμένῳ βοηθεῖ, παρωτίδας τε διαφορεῖ σὺν ἁλσὶ λεῖα καταπλασσόμενα. {2} καὶ ὁ χυλὸς δὲ αὐτοῦ ποιεῖ πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας σὺν ψιμυθίῳ καὶ λιθαργύρῳ καὶ ῥοδίνῳ, πρὸς αἰγιλώπια δὲ σὺν ἄρτῳ· ἁρμόζει καὶ σειριῶσι παιδίοις σὺν ῥοδίνῳ ἐμβρεχόμενος. μείγνυται δὲ καὶ κολλυρίοις ἀντὶ ὕδατος ἢ ᾠοῦ τοῖς πρὸς ῥεύματα δριμέα εἰς τὰς ἐγχρίσεις, ὠφελεῖ καὶ ὠταλγίας ἐνσταγείς· ἴσχει δὲ καὶ ῥοῦν γυναικεῖον ἐν ἐρίῳ προστεθείς.