Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
castañuela | boúnion βούνιον |
Bunium ferulaceum Sibth. |
4.123desplazado |
σμϚ (246)
Texto provisional
βούνιον, οἱ δὲ ἄκτιον καλοῦσι· καυλὸν ἀνίησι τετράγωνον, εὐμήκη, πάχος δακτυλιαῖον· φύλλα δὲ ὅμοια σελίνῳ, λεπτότερα δὲ πολλῷ πρὸς τὰ τοῦ κορίου, ἄνθος δὲ ὡς ἀνήθου, σπέρμα εὐῶδες, ὑοσκυάμου μικρότερον. ἔστι δὲ οὐρητικόν, θερμαντικὸν καὶ δευτέρων ἀγωγόν, σπληνί τε καὶ νεφροῖς καὶ κύστει ἐπιτήδειον. χρῆσις δ᾽ αὐτοῦ ὑγροῦ τε καὶ ξηροῦ καὶ χυλισθέντος σὺν ταῖς ῥίζαις καὶ τοῖς καυλοῖς καὶ τοῖς φύλλοις μετὰ μελικράτου.