Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
lepidio de hoja ancha | lepídion λεπίδιον |
Lepidium latifolium L. |
2.174 |
τγ (303)
Texto provisional
λεπίδιον, ὃ ἔνιοι γιγγίδιον καλοῦσι, γνώριμον βοτάνιον, ταριχευόμενον εἰς ἁλμαίας μετὰ γάλακτος. δύναμις δέ ἐστι τῶν φύλλων δριμεῖα, ἑλκωτική, ὅθεν ἰσχιαδικῶν ἐστιν ἐπίπλασμα ἀμυκτικώτατον, λεῖον σὺν ἑλενίου ῥίζῃ ἐπιτιθέμενον πρὸς τέταρτον ὥρας, καὶ ἐπὶ σπληνικῶν ὁμοίως· ἀφίστησι δὲ καὶ λέπρας. ἡ δὲ ῥίζα δοκεῖ ὀδόντων ἀλγήματα παραιτεῖσθαι περιαπτομένη τῷ τραχήλῳ.