Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
abrojo | tríbolos τρίβολος |
Tribulus terrestris L. Trapa natans L. |
4.15 |
υπζ (487)
Texto provisional
τρίβολος· [οἱ δὲ βουκέφαλος, οἱ δὲ ταυρόκερας, Ῥωμαῖοι τρίβουλουμ ἀκουάτικουμ.] ὁ μὲν χερσαῖος ἀνδράχνῃ τὰ φύλλα ἔοικε, λεπτότερα δέ, καὶ τὰ κλήματα μακρά, κατὰ γῆς ἐστρωμένα, καὶ πρὸς αὐτοῖς ἄκανθαι στρυφναί, σκληραί· φύεται παρὰ ποταμοῖς καὶ οἰκοπέδοις. ἔστι δέ τις καὶ ἔνυδρος ἐν ποταμοῖς φυόμενος, ὑπερέχων τὴν κόμην, τὴν δὲ ἄκανθαν κρύπτων· φύλλα πλατέα, μόσχον ἔχοντα μακρόν, καυλὸς δὲ ἐξ ἄκρου παχύτερος, μᾶλλον τοῦ ἐν βάθει· πρόσεστι δὲ καὶ τριχώδη τινὰ ἀποπεφυκότα, σταχυοειδῆ· καρπὸς σκληρὸς ὡς καὶ θἀτέρου. {2} ἀμφότεροι δὲ ψύχουσι, στύφουσιν· εἰσὶ δὲ πάσης φλεγμονῆς καταπλάσματα, σὺν μέλιτι δὲ ἄφθας καὶ τὰς ἐν στόματι σηπεδόνας καὶ παρίσθμια καὶ οὖλα θεραπεύουσι. χυλίζονται δὲ καὶ εἰς ὀφθαλμικά· ὁ δὲ καρπὸς αὐτῶν χλωρὸς καὶ λιθιῶντας πινόμενος ὠφελεῖ. τοῦ δὲ χερσαίου ὅσον δραχμὴ μία πινομένη καὶ καταπλασσομένη τοὺς ἐχιοδήκτους ἀποκαθίστησιν, ἁρμόζει καὶ θανασίμοις μετ᾽ οἴνου πινόμενος· κτείνει δὲ καὶ ψύλλους τὸ ἀπόζεμα αὐτοῦ ῥανθέν. οἱ δὲ περὶ τὸν Στρυμόνα ποταμὸν Θρᾷκες τῇ μὲν πόᾳ χλωρᾷ ἱπποτροφοῦσι, τὸν δὲ καρπόν, ὄντα γλυκὺν καὶ τρόφιμον, σιτοποιοῦσι χρώμενοι αὐτῷ ἀντὶ ἄρτου.