Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
hiedra terrestre | khamaíkissos χαμαίκισσος |
Glechoma hederacea L. |
4.125 |
φϟζ (597)
Texto provisional
χαμαίκισσος· [οἱ δὲ χαμαιλεύκη, οἱ δὲ κισσὸς ἄκαρπος, οἱ δὲ γῆς στέφανος, οἱ δὲ σεληνῖτις, Ῥωμαῖοι ἕδερα πλουβιάτικα.] φύλλα ὅμοια ἔχει πυροῖς, μακρότερα δὲ καὶ λεπτότερα, πολλά, κλωνία σπιθαμιαῖα, περίπλεα φύλλων ἀπὸ τῆς γῆς, πέντε ἢ ἕξ, ἄνθη λευκοΐοις ὅμοια, μικρό τερα δὲ καὶ πικρὰ πρὸς τὴν γεῦσιν ἰσχυρῶς, ῥίζα [λευκή,] λεπτή, ἄχρηστος· φύεται ἐν ἐργασίμοις χωρίοις. ἁρμόζει δὲ τὰ φύλλα ἰσχιαδικοῖς ὅσον τριώβολον ἐν ὕδατος κυάθοις τρισὶ πινόμενα ἐπὶ ἡμέρας τεσσαράκοντα ἢ πεντήκοντα· καὶ ἴκτερον δὲ ἀποκαθαίρει ὁμοίως πινόμενα πρὸς ἓξ ἢ ἑπτὰ ἡμέρας.