Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
botón de plata | ptarmikē πταρμική |
Achillea ptarmica L. |
2.162 |
σϟα (291)
Texto provisional
πταρμικὴ θαμνίον ἐστί, κλῶνας ἔχον μικρούς, πολλούς, περιφερεῖς, ὁμοίους ἁβροτόνῳ, περὶ οὓς φύλλα ἐπιμήκη, ἐοικότα τοῖς τῆς ἐλαίας, πολλά· ἐπ᾽ ἄκρῳ δὲ ὥσπερ ἀνθεμίδος κεφάλιον μικρόν, περιφερές, δριμὺ κατὰ τὴν ὀσμήν, ἐρεθιστικὸν πταρμοῦ, ὅθεν καὶ ὠνόμασται. δύναμιν δὲ ἔχει καταπλασσόμενα τὰ φύλλα μετὰ τῶν ἀνθῶν ὑπώπια αἴρειν. τὰ δὲ ἄνθη πταρμοὺς ἐνεργέστατα κινεῖ. φύεται δὲ ἐν ὀρεινοῖς καὶ πετρώδεσι τόποις.