Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
coloquíntida | kolokynthís κολοκυνθίς |
Citrullus colocynthis (L.) Schrader |
4.176 |
χμθ (649)
Texto provisional
κολοκυνθίς· οἱ δὲ σικύαν πικράν, οἱ δὲ κολόκυνθος ἄγριος, [οἱ δὲ κολόκυνθος Ἀλεξανδρῖνος, Ζωροάστρης θύμβρη ἢ ὀστοῦν αὐτογενές, Ῥωμαῖοι κουκούρβιτα σιλβάτικα, Δάκοι τρουτράστρα.] κλημάτια ἀνίησι καὶ φύλλα ἐστρωμένα ἐπὶ γῆς, ὅμοια τοῖς τοῦ ἡμέρου σικύου, ἐπεσχισμένα· καρπὸν δὲ περι φερῆ, ὅμοιον σφαίρᾳ μέσῃ, πικρὸν ἰσχυρῶς, ὃν δεῖ συλλέγειν ἀρχόμενον μεταβάλλειν ἐπὶ τὸ ὠχρότερον. δύναμιν δὲ ἔχει ἡ μὲν ἐντεριώνη τοῦ καρποῦ καθαρτικὴν τετρωβόλου πλῆθος μετὰ ὑδρομέλιτος <ἀνα>λαμβανομένη νίτρῳ καὶ σμύρνῃ καὶ μέλιτι ἑφθῷ εἰς καταπότια. {2} αὗται δὲ αἱ σφαῖραι ξηραὶ λεῖαι ὠφελίμως μείγνυνται κλυσμοῖς ἐπὶ ἰσχιαδικῶν καὶ παραλυτικῶν καὶ κωλικῶν, ἄγουσαι φλέγμα καὶ χολὴν καὶ ξύσμα, ἔσθ᾽ ὅτε δὲ καὶ αἱματῶδες, ἔμβρυά τε φθείρουσι προστιθέμεναι, ὀδονταλγίας τε διάκλυσμα, ἐάν τις ἐκκαθάρας αὐτὴν καὶ περιπλάσας πηλῷ ἐναποζέσας τε ὄξος δῷ διακλύζεσθαι· εἰ δέ τις ἐναφεψήσας μελίκρατον ἢ καὶ γλυκὺ καὶ ἐξαιθριάσας δώσει πιεῖν, καθαίρει πάχος καὶ ξύσμα· ἔστι δὲ κακοστόμαχος λίαν. προστίθεται δὲ καὶ βαλάνια ἐξ αὐτῆς πρὸς ἐκκομιδὴν τῶν περιττωμάτων· καὶ χλωρᾶς δὲ αὐτῆς ὁ χυλὸς ἐπὶ ἰσχιαδικῶν ἀνατριβόμενος ἁρμόζει.