Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
tithýmallos parálios gr. | tithýmallos] parálios [τιθύμαλλος] παράλιος |
Euphorbia paralias L. |
4.164.6 |
Texto provisional
ὁ δὲ παράλιος λεγόμενος τιθύμαλλος, ὃν ἔνιοι τιθυμαλλίδα ἢ μήκωνα ἐκάλεσαν· φύεται μὲν ἐν παραθαλαττίοις τόποις· κλῶνας δὲ ἔχει σπιθαμιαίους, ὀρθούς, ὑπερύθρους, πέντε ἢ ἓξ ἀπὸ τῆς <αὐτῆς> ῥίζης, περὶ οὓς τὰ φύλλα στοιχηδὸν μικρά, ὑπόστενα, προμήκη, ἐοικότα λίνῳ· κεφαλὴν δὲ ἐπ᾽ ἄκρῳ πυκνήν, περιφερῆ, ἐν ᾗ ὁ καρπὸς ὡς ὄροβος, ποικίλος, ἄνθη λευκά. {7} ὅλος δὲ ὁ θάμνος καὶ ἡ ῥίζα ὀποῦ λευκοῦ πολλοῦ μεστή· καὶ τούτου δὲ χρῆσις καὶ ἀπόθεσις ὁμοία ἐστὶ τοῖς προειρημένοις.