Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
aceite de laurel | daphninon élaion δάφνινον ἔλαιον |
Laurus nobilis L. |
1.40 |
μ (40)
περὶ δαφνελαίου· τὸ δὲ δάφνινον σκευάζεται
διὰ τῶν δαφνίνων [1], ὅταν ὦσι δρυοπετεῖς [2], ἑψομένων μεθ᾽ ὕδατος· ἐκ γὰρ τοῦ περικειμένου
λέπους ἀνίησι λιπαρίαν τινά, ἣν διακόψαντες χερσὶν εἰς μύακα ἀναλαμβάνουσιν. ἔνιοι δὲ
ὀμφάκινον ἔλαιον προστύψαντες κυπέρῳ καὶ σχ<ο>ίνῳ καὶ καλάμῳ καὶ μετὰ ταῦτα
δάφνης φύλλα ἁπαλ[λ]ά βαλόντες [3] συνέψουσιν, οἱ δὲ καὶ δαφνίδας, ἕως ἂν ἱκανὸν γέ-
νηται τῇ ὀσμῇ· ἔνιοι δὲ καὶ στύρακα μίσγουσι καὶ μυρσίνην. {2} ἀρίστη δὲ πρὸς σκευασίαν ἡ ὀ-
ρεινὴ καὶ πλατύφυλλος δάφνη·διαφέρει δὲ τοῦ δαφνίνου τὸ πρόσφατον, χλωρὸν τῇ
χρόᾳ, πικρότατον, δριμύ. δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, ἀναστομωτι-
κήν, κόπων λυτικήν· ἁρμόζει καὶ τοῖς περὶ τὰ νεῦρα πάθεσι πᾶσι <καὶ> φρίκαις [τε] καὶ ὠταλ-
γίαις καὶ κατάρροιζομένοις, νεφριτικοῖς δὲ τοῖς ἀπὸ ψύξεως ἄλ[λ]ειμμά ἐστιν ἄριστον ὡς
οὐδὲν ἕτερον ὠφελοῦν [4]. ἔστι δὲ καὶ ναυτιῶδες ποθέν.