Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
coral | korállion κοράλλιον |
- | 5.121 |
ψϟα (791)
Texto provisional
τὸ δὲ κουράλιον, ὅπερ ἔνιοι λιθόδενδρον ἐκάλεσαν, δοκεῖ μὲν εἶναι φυτὸν ἐνάλιον, στερροποιεῖσθαι δέ, ὅταν ἐκ τοῦ βυθοῦ ἑλκυσθῇ τῆς ἁλὸς ἁπτόμενον τοῦ περικεχυμένου ἡμῖν ἀέρος. εὑρίσκεται δὲ πλεῖστον ἐν τῷ κατὰ Συρακούσας ἀκρωτηρίῳ <τῷ> καλουμένῳ Παχύνῳ. {2} ἄριστον δέ ἐστι τὸ πυρρὸν τῇ χρόᾳ καὶ ἐμφερὲς Συρικῷ ἢ σάνδυκι κατακορεῖ, εὐθρυβές τε ὡς ἐν ἑαυτῷ καὶ ὁμαλὸν δι᾽ ὅλης τῆς συγκρίσεως, ἔτι δὲ ὀσμὴν βρυώδη καὶ φυκίοις ἐμφερῆ ἔχον, πρὸς δὲ τούτοις πολύοζον καὶ κινναμωμίζον τῷ τύπῳ τῶν θαμνίσκων. τὸ δὲ λιθῶδες τῇ συγκρίσει καὶ τῇ χρόᾳ ψωρόν, σεσηραγγωμένον τε καὶ χαῦνον φαῦλον οἰητέον εἶναι. {3} στύφει δὲ τῇ δυνάμει καὶ ψύχει ἐπιεικῶς. καταστέλλει δὲ τὰ ὑπερέχοντα καὶ οὐλὰς σμήχει τὰς ἐν ὀφθαλμοῖς· πληροῖ δὲ καὶ κοιλώματα καὶ κατουλοῖ, πρός τε αἵματος ἀναγωγὰς ἱκανῶς ἐνεργεῖ, καὶ δυσουροῦσιν ἁρμόζει, καὶ σπλῆνα τήκει σὺν ὕδατι πινόμενον.