Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
filigrana mayor | myrióphyllon μυριόφυλλον |
Myriophyllum spicatum L. |
4.114 |
φπϚ (586)
Texto provisional
μυριόφυλλον· [οἱ δὲ μηλόφυλλον, οἱ δὲ στρατιωτική, οἱ δὲ Ἀχίλλειος, Ῥωμαῖοι μιλλεφόλιουμ, οἱ δὲ σουπερκίλιουμ Βένερις, Γάλλοι βελιοκάνδο<ς>.] καυλίσκος ἐστὶ τρυφερός, μονοφυής, μονόρριζος, περὶ ὃν φύλλα πολλά, λεῖα, μαράθῳ ὅμοια, ὅθεν καὶ ὠνόμασται· ὁ δὲ καυλός ἐστιν ὑπόκιρρος, διάκοιλος, ὡς ἐπίτηδες διερρινημένος· φύεται ἐν ἑλώδεσι χωρίοις. τηρεῖ δὲ ἀφλέγμαντα τὰ πρόσφατα τῶν τραυμάτων σὺν ὄξει χλωρόν τε καὶ ξηρὸν καταπλασσόμενον· ποτίζεται δὲ καὶ πρὸς πτώματα σὺν ὕδατι καὶ ἁλσίν.