Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
galena | molýbdaina μολύβδαινα |
- | 5.85 |
fol. fol.
ψνε (755)
Texto provisional
<περὶ μολυβδαίνης·> μολύβδαινα δέ ἐστιν ἀρίστη ἡ λιθαργυροφανής, ξανθή, ὑποστίλβουσα
καὶ κιρρὰ ἐν τῷ λειοτριβεῖσθαι, ἑψηθεῖσά τε <ἐν> ἐλαίῳ ἡπατοειδὴς τῷ χρώματι· ἡ δὲ
ἀερίζουσα ἢ μολυβδόχρους φαύλη. γεννᾶται δὲ ἐξ ἀργύρου καὶ χρυσοῦ. ἔστι δέ τις
fol. fol.
καὶ ὀρυκτὴ κατὰ Σεβαστὴν καὶ Κώρυκον εὑρισκομένη, ἧς καὶ αὐτῆς ἐστι βελτίων ἡ μὴ σκωριοειδὴς μηδὲ λιθώδης, ξανθὴ δὲ καὶ στίλβουσα. {2} δύναμιν δὲ ἔχει ὁμοίαν λιθαργύρῳ καὶ σκωρίᾳ μολύβδου, πλύσιν τε καὶ καῦσιν τὴν αὐτήν. μείγνυται δὲ ἐπιτηδειότερον αὕτη καὶ ταῖς λιπαραῖς καὶ ἀνεπιδέτοις <ἐμπλάστροις> χρησίμως, οὖσα σαρκωτικὴ καὶ ἀπουλωτική, ταῖς μέντοι σμηκτικαῖς οὐχ ἁρμόζει δυνάμεσιν.