Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
jopo | orobákkhē ὀροβάκχη |
Orobanche crenata Forsk. |
2.142 |
σοα (271)
Texto provisional
ὀροβάγχη οἱ δὲ κυνομόριον, οἱ δὲ λέοντα, Κύπριοι δὲ θυρσῖτιν καλοῦσι. καυλίον ἐστὶν ὑπέρυθρον, ὡς δισπιθαμιαῖον, ἐνίοτε δὲ καὶ μεῖζον, ἄφυλλον, ὑπολίπαρον, τρυφερόν, ἔνδασυ, ἄνθεσιν ὑπολεύκοις ἢ μηλίζουσι κεχρημένον. ῥίζα δὲ ὕπεστι δακτύλου τὸ πάχος, κατατιτραμένη πρὸς τὴν τοῦ καυλοῦ ξηρασίαν. δοκεῖ δὲ φυόμενον ἐν ὀσπρίοις τισὶ πνίγειν αὐτά, ὅθεν καὶ τὴν προσωνυμίαν ἔσχηκε. λαχανεύεται δὲ καὶ ὠμὸν καὶ ἑφθόν, ἐκ λοπάδος ὡς ἀσπάραγος ἐσθιόμενον, καὶ ὀσπρίοις δὲ συνεμβληθὲν τάχιον αὐτὰ δοκεῖ ἑψεῖν.