Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
comino de Creta | tordílion τορδίλιον |
Tordylium officinale L. |
3.54 |
fol. fol.
τξη (368)
Texto provisional
τόρδιλον· ἔνιοι δὲ καὶ τοῦτο σέσελι Κρητικὸν καλοῦσι. φύεται ἐν τῷ κατὰ Κιλικίαν Ἀμανῷ. ἔστι δὲ βοτάνιον φρυγανῶδες, ἔχον σπερμάτιον περιφερές, διπλοῦν, ὅμοιον ἀσπιδισκίοις, ὑπόδριμυ, ἀρωματίζον, πινόμενον πρὸς δυσουρίαν καὶ ἐμμήνων ἀγωγήν. ὁ δὲ χυλὸς τοῦ καυλοῦ καὶ τοῦ σπέρματος ἔτι χλωροῦ ὄντος ὅσον τριώβολον ποθεὶς σὺν γλυκεῖ ἡμέρας δέκα νεφριτικοὺς ὑγιάζει. ἡ δὲ ῥίζα πρακτική, ἀνάγουσα καὶ τὰ ἐκ θώρακος ἐκλειχομένη μετὰ μέλιτος.