Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
vinagre de cebolla albarrana | skillētikón óxos σκιλλητικόν ὄξος |
- | 5.17 |
fol. fol.
χπγ (683)
Texto provisional
<περὶ ὄξους σκιλλητικοῦ·> τὸ δὲ σκιλλητικὸν ὄξος σκευάζεται τοῦτον τὸν τρόπον· καθάρας
λευκὴν σκίλλαν καὶ κατατεμὼν καὶ διείρας λίνῳ, ὥστε μὴ θιγγάνειν τοὺς τόμους ἀλλήλων, ξηράνας ἐν σκιᾷ ἐπὶ ἡμέρας τεσσαράκοντα, λαβὼν μνᾶν μίαν ἐξ αὐτῆς κάθες εἰς ξέστας ὄξους καλοῦ ιβ καὶ ἔα ἐν ἡλίῳ ἡμέρας ἑξήκοντα βρέχεσθαι, πωμάσας ἐπιμελῶς τὸ ἀγγεῖον· μετὰ δὲ ταῦτα ἀνε-
fol. fol.
λόμενος τὴν σκίλλαν καὶ ἐκπιέσας, αὐτὴν μὲν ῥῖψον, τὸ δὲ ὄξος ὑλίσας κατάγγιζε καὶ ἀποτίθεσο. {2} ἔνιοι δὲ μνᾶν <μίαν> πρὸς ὄξους ξέστας ε μίσγουσιν· οἱ δὲ αὐτόθεν καθάραντες δίχα τοῦ ξηρᾶναι τὸν ἴσον σταθμὸν βάλλουσι καὶ ἐῶσι μῆνας 23· γίνεται δὲ τὸ τοιοῦτον τμητικώτερον. εὐθετεῖ δὲ διακλυζόμενον <μὲν> πρὸς οὖλα μυδῶντα, στέλλον καὶ στερροποιοῦν αὐτά, καὶ πρὸς ὀδόντας κινουμένους καὶ τὰς περὶ τὸ στόμα δυσωδίας, ἱκανῶς ἀνασκευάζον αὐτάς, καταρροφούμενον δὲ τόν τε βρόγχον στερεὸν καὶ τυλώδη ποιεῖ καὶ τὸν ἦχον εὔτονον καὶ λαμπρὸν ἀποτελεῖ. {3} παραλαμβάνεται δὲ καὶ πρὸς στομαχικοὺς καὶ δυσπεπτοῦντας καὶ ἐπιλημπτικούς, σκοτοδινιῶντας, μελαγχολικούς, ἀπηλιθιωμένους, ἔτι δὲ καὶ πρὸς ὑστερικὰς πνίγας καὶ σπλῆνας ὑπερόγκους καὶ ἰσχιάδας· ἀναλαμβάνει δὲ καὶ τοὺς λίαν ἀσθενεῖς, καὶ τὸ σῶμα ὑγιεινὸν καὶ εὔχρουν κατασκευάζει. ἔστι δὲ καὶ ὀξυδερκές, καὶ πρὸς δυσηκοίαν ἐνστῆναι δυνατόν, ἐὰν ἐγχυματίζηταί τις· καὶ καθόλου δὲ πρὸς ἅπαντα ἐνεργεῖ πλὴν ἑλκώσεως τῶν ἐντός. δίδου δὲ καθ᾽ ἡμέραν ῥοφεῖν νήστει τὴν μὲν ἀρχὴν ὀλίγον, κατὰ βραχὺ δὲ παραύξων ἄχρι κυάθου· τινὲς δὲ κυάθους δύο διδόασιν ἢ καὶ πλεῖον.