Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
perfume de canela de Ceilán | kinamōminon [mýron] κιναμώμινον [μύρον] |
Cinnamomum tamala (Buch.-Ham.) Nees & Ebern. |
1.61 |
ξα (61)
περὶ κιναμωμίνου· κιναμώμινον δὲ ἔκ τε ἐλαίου βαλανίνου καὶ στυμμάτων ξυλο-
βαλσάμου, καλάμου, σχ<ο>ίνου, ἡδυσμάτων δὲ κιναμώμου, βαλσάμου καρποῦ, σμύρνης
[τε]τετραπλασίονος παρὰ τὸ κινάμωμον σκευάζεται· μίγνυται δὲ καὶ μέλι εἰς τὴν φύρα-
σιν. δόκιμον δέ ἐστι τὸ <μὴ> δριμύ, μαλακὸν δὲ τῇ ὀσμῇ καὶ παρεμφαῖνον σμύρνης, παχύ τε
καὶ εὐῶδες ἄγαν, τῇ γεύσει πικρόν. τὸ γὰρ τοιοῦτον οὐκ ἐκ ῥητίνης ἀλλ᾽ ἐκ σμύρνης ἔχει
τὸ πάχος· ἡ γὰρ ῥητίνη οὐ προσδίδωσι πικρίαν οὐδὲ εὐωδίαν. δύναμιν δὲ ἔχει σφόδρα
δριμεῖαν καὶ θερμαντικὴν καὶ πικράν. {2} ἀναστομοῖ γοῦν θερμαίνουσα [1] καὶ διαφορεῖ καὶ
διαχεῖ καὶ ἐπισπᾶται ὑγρὰ καὶ πνεύματα· ἔστι δὲ καρηβαρικόν. ποιεῖ δὲ καὶ πρὸς
τὰ περὶ μήτραν σὺν ἐλαίῳ διπλασίονι καὶ κηρῷ καὶ μυελῷ. οὕτως γὰρ ἀποβάλλει τὸ πολὺ
τῆς δριμύτητος καὶ γίνεται μαλακτικόν· ἄλλως γὰρ συγκαίει καὶ σκληρύνει <βιαιότατα> πάντων τῶν
παχέων μύρων. ποιεῖ καὶ πρὸς σύριγγας καὶ σῆπ[τ]ας ἐναργῶς καὶ πρὸς ὑδροκήλας
καὶ ἄνθρακας καὶ γαγγραίνας σὺν καρδαμώμῳ, πρός τε ῥίγη τὰ περιοδικὰ καὶ πρὸς
τρόμους καὶ τοὺς ἀπὸ [2] τῶν ἰοβόλων θηρίων δακνομένους ἐν συγχρίσματι, ἐπίθεμά τε
σκορπιοπλήκτοις καὶ φαλαγγιοδήκτοις σὺν ὀλύνθοις λείοις.