Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
aceite de beleño | hyoskyáminon élaion ὑοσκυάμινον ἔλαιον |
Hyosciamus sp. |
1.35 |
λε (35)
περὶ ὑοσκυαμίνου ἐλαίου· καὶ τὸ ὑοσκυάμινον δὲ σκευάζεται οὕ-
τω· λαβὼν τὸν λευκὸν καρπὸν ξηρόν, πρόσφατον καὶ κόψας ὕδατι θερμῷ φύρα, ὡς
προείρηται ἐπὶ τοῦ ἀμυγδαλίνου, ἡλιάζων τε τὰ ὑπὸ χεῖρα ξηραινόμενα αὐτοῦ μέρη
τῷ ὅλῳ ἀνάμισγε καὶ τὸ αὐτὸ ποίει, ἄχρις <ὅτου> ἂν μελανθῇ καὶ δυσῶδες γένηται, εἶτα δι' ἤθ-
μων [1] ἐκθλίψας ἀποτίθεσο. ποιεῖ δὲ καὶ πρὸς ὠταλγίας καὶ πεσσοῖς μίγνυται μαλακτικὸν ὄν.