Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
hinojo | márathron μάραθρον |
Foeniculum vulgare Gaert. |
3.70 |
fol. fol.
τπϚ (386)
Texto provisional
<περὶ μαράθρου· μ>άραθρον [1]· αὕτη [2] ἐσθιομένη ἡ πόα δύναται γάλα κατασπᾶν,
καὶ τὸ σπέρμα δὲ πινόμενον ἢ συνεψόμενον πτισάνῃ. τὸ δὲ ἀφέψημα τῆς κόμης ὑπο-
τεθὲν [3] νεφριτικοῖς καὶ τοῖς περὶ κύστιν <πάθεσιν> ἁρμόζει διουρητικὸν ὑπάρχον, ἑρπετο-
δήκτοις δὲ δίδοται σὺν οἴνῳ καὶ καταμήνια ἄγει, ἐν πυρετοῖς τε ναυσίαν καὶ καῦσον
στομάχου παραιτεῖται μετὰ ψυχροῦ ὕδατος πινόμενον. αἱ δὲ ῥίζαι λεῖαι σὺν μέλιτι καταπλασθεῖσαι
fol. fol.
κυνοδήκτους θεραπεύουσιν. {2} ὁ δὲ χυλὸς ἐκθλιβέντων τῶν καυλῶν καὶ τῶν φύλλων ἐν ἡλίῳ ξηρανθεὶς εἰς τὰ ὀφθαλμικά, ὅσα πρὸς ὀξυδερκίαν, σκευάζεται χρησίμως· χυλίζεται δὲ πρὸς τὰ αὐτὰ καὶ τὸ σπέρμα χλωρὸν ἔτι <ὂν> σὺν τοῖς φύλλοις καὶ τοῖς ἀκρεμόσι καὶ ἡ ῥίζα κατὰ τὴν πρώτην ἐκβλάστησιν. ἐν δὲ τῇ πρὸς ἑσπέραν Ἰβηρίᾳ καὶ ὀπὸν ἀνίησιν ὅμοιον κόμμει, ἀποθεριζόντων ἐν τῇ ἀνθήσει μέσον τὸν καυλὸν τῶν ἐπιχωρίων καὶ πυρὶ παρατιθέντων, ἵνα ὑπὸ τῆς θερμασίας οἷον ἀφιδρῶσαν ἐξιπώσῃ τὸ κόμμι· ἔστι δὲ ἐνεργέστερον τοῦ χυλοῦ πρὸς τὰ ὀφθαλμικὰ τοῦτο.