Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
viborera italiana | lykopsís (lykapsós) λυκοψίς (λυκαψός) |
Echium italicum L. |
4.26 |
υϟη (498)
Texto provisional
λύκοψις· οἱ δὲ καὶ ταύτην ἄγχουσαν ἐκάλεσαν. τὰ μὲν φύλλα ἔχει ὅμοια θρίδακι, μακρότερα δὲ καὶ παχύτερα καὶ τραχέα [πλατύτερα], πεπτωκότα περὶ τὴν τῆς ῥίζης κεφαλήν· καυλὸν δὲ ἀνίησι μακρόν, τραχύν, ὀρθόν, παραφυάδας ἔχοντα πολλάς, πηχυαίας, τραχείας καὶ αὐτάς, ἄνθη μικρά, πορφυρᾶ· ῥίζα δὲ ἐρυθρά, στυπτική· φύεται ἐν πεδίοις. καταπλαττομένη δὲ ἡ ῥίζα μετὰ ἀλφίτου ἐρυσιπέλατα ἰᾶται, λεία δὲ συναλειφομένη μετ᾽ ἐλαίου ἱδρῶτας κινεῖ.