Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
pinillo | khamaípitys χαμαίπιτυς |
Ajuga sp. pl. |
3.158 |
υοβ (472)
Texto provisional
χαμαίπιτυς, ἣν ἔνιοι ἐν Πόντῳ ὁλόκυρον καλοῦσιν, ἐν δὲ Εὐβοίᾳ σιδηρῖτιν, Ἀθήνησι δὲ ἰωνιάν. πόα ἕρπουσα ἐπὶ γῆς, ὑπόκυρτος· φύλλα δὲ ἔχει ὅμοια ἀειζῴῳ <τῷ> μικρῷ, λεπτότερα δὲ καὶ λιπαρώτερα καὶ δασέα, πυκνὰ περὶ τοὺς κλάδους, ὀσμὴν ἔχοντα πίτυος, ἄνθη δὲ λεπτά, μήλινα, ῥίζαν δὲ ὡς κιχόριον. ταύτης τὰ φύλλα πινόμενα μετ᾽ οἴνου ἐπὶ ἡμέρας ἑπτὰ ἴκτερον θεραπεύει, ἐπὶ δὲ ἡμέρας τεσσαράκοντα ἰσχιάδα ἰᾶται μεθ᾽ ὑδρομέλιτος πινόμενα. δίδοται δὲ καὶ ἡπατικοῖς καὶ δυσουροῦσι καὶ νεφριτικοῖς, ἰδίως ἁρμόζοντα καὶ στροφουμένοις. {2} χρῶνται δὲ αὐτῇ καὶ οἱ ἐν Ἡρακλείᾳ τῇ Ποντικῇ ὡς ἀντιδότῳ, καὶ πρὸς ἀκόνιτον ποτίζοντες τὸ ἀφέψημα· καὶ καταπλάσσεται δὲ πρὸς τὰ προειρημένα μετὰ ἀλφίτων δεδευμένων τῷ ἀφεψήματι τῆς πόας. λεανθεῖσα δὲ σὺν σύκοις καὶ ἀντὶ καταποτίου διδομένη μαλάσσει κοιλίαν, μετὰ λεπίδος δὲ καὶ ῥητίνης ἀναλημφθεῖσα καθαίρει. ἄγει δὲ καὶ τὰ ἀπὸ ὑστέρας προστεθεῖσα σὺν μέλιτι, διαφορεῖ καὶ σκληρίας μαστῶν καὶ τραύματα κολλᾷ καὶ ἕρπητας ἐπέχει μετὰ μέλιτος καταπλασσομένη.