Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cebollada | álypon ἄλυπον |
Globularia alypum L. |
4.178 |
fol. fol.
χνα (651)
Texto provisional
<περὶ ἀλύπου·> ἄλυπον·
fol. fol.
φρυγανώδης ἐστὶ πόα, ὑπέρυθρος, λεπτόκαρφος καὶ λεπτόφυλλος, ἄνθος μαλακόν, κοῦφον· ῥίζα ὡς τεύτλου, μεστὴ ὀποῦ δριμέος, σπέρμα ὡς ἐπιθύμου. γεννᾶται δὲ ἐν τόποις παραθαλασσίοις, μάλιστα τοῖς τῆς Λιβύης τόποις καὶ ἐν ἄλλοις δὲ χωρίοις πλεῖστον. καθαίρει δὲ τὸ σπέρμα μέλαιναν χολὴν κάτω λαμβανόμενον τὸ ἴσον πλῆθος τῷ ἐπιθύμῳ μεθ᾽ ἁλῶν καὶ ὄξους· τὰ δὲ ἔντερα ἐλαφρῶς ἑλκοῖ.