Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
belladona | strýkhnon manikón στρύχνον μανικόν |
Atropa belladonna L. |
4.73 |
φμε (545)
Texto provisional
στρύχνον μανικόν, ὃ ἔνιοι πέρσειον, οἱ δὲ περισσόν, οἱ δὲ ἄνυδρον, οἱ δὲ πεντόδρυον, οἱ δὲ ἔνορυ, οἱ δὲ θρύον, οἱ δὲ ὀρθόγυιον ἐκάλεσαν· τούτου τὸ μὲν φύλλον ἐστὶν εὐζώμῳ παραπλήσιον, μεῖζον δὲ πρὸς τὸ τῆς ἀκάνθης μᾶλλον, ἥτις καὶ παιδέρως καλεῖται· καυλοὺς δὲ ἀνίησιν ἀπὸ τῆς <αὐτῆς> ῥίζης ὑπερφυεῖς, δέκα ἢ δώδεκα, ὕψος ὀργυιᾶς ἔχοντας, κεφαλὴν ἐπικειμένην ὥσπερ ἐλαίαν, δασυτέραν δὲ ὥσπερ πλατάνου σφαῖραν, μείζω δὲ καὶ πλατυτέραν, ἄνθος δὲ μέλαν· {2} μετὰ δὲ τοῦτο καρπὸν ἴσχει βοτρυοειδῆ, στρογγύλον, μέλανα, —ῥᾶγας <δὲ> δέκα ἢ δώδεκα ὁμοίας κισσοῦ κορύμβοις—μαλακὸν ὡσπερεὶ σταφυλήν· ῥίζα δ᾽ ὕπεστι λευκή, παχεῖα, κοίλη, ὡς πήχεως· φύεται ἐν ὀρεινοῖς χωρίοις καὶ προσηνέμοις καὶ πλατανῶσι. δύναμιν δὲ ἔχει ἡ ῥίζα πινομένη μετ᾽ οἴνου δραχμῆς μιᾶς πλῆθος φαντασίας ἀποτελεῖν οὐκ ἀηδεῖς, δύο δὲ δραχμαὶ ποθεῖσαι ἐξιστάνουσιν ἄχρι τριῶν ἡμερῶν, τέσσαρες δὲ ποθεῖσαι καὶ ἀναιροῦσιν· ἀντιφάρμακον δ᾽ ἐστὶν αὐτοῦ μελίκρατον πολὺ πινόμενον καὶ ἐξεμούμενον.