Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
escamonea falsa | apókynon ἀπόκυνον |
Cynanchum acutum L. |
4.80 |
φνβ (552)
Texto provisional
ἀπόκυνον, οἱ δὲ κύναγχον, οἱ δὲ παρδαλιαγχές, οἱ δὲ κυνόμορον, [οἱ δὲ κυνοκτόνον καλοῦσιν, οἱ δὲ φλέως, οἱ δὲ κυνάγχη, οἱ δὲ ὀλίγωρος, οἱ δὲ ἱππομανές, οἱ δὲ ὄνησις, οἱ δὲ ὀφιόσκορδον, οἱ δὲ κυναγχική, οἱ δὲ ἐλαφόσκορδον, προφῆται παράλυσις, Ῥωμαῖοι βράσσικα ῥούστικα, οἱ δὲ κανίνα.] οἱ δὲ κυνοκράμβην καλοῦσιν· ἔρνος ἐστὶ ῥάβδους ἔχον μακράς, λυγώδεις, δυσθραύστους, φύλλα κισσῷ ὅμοια, μαλακώτερα δὲ καὶ ὀξύτερα κατ᾽ ἄκρον, βαρύοσμα, ὑπόγλισχρα, ὀποῦ μεστὰ μηλίνου· καρπὸς δὲ ὡς λοβὸς κυάμου, περὶ δακτύλου τὸ μῆκος, θυλακώδης, ἐν ᾧ σπερμάτια μικρά, σκληρά, μέλανα. ταύτης τὰ φύλλα σὺν στέατι ἀρτοποιηθέντα καὶ παραβληθέντα κτείνει κύνας, λύκους, ἀλώπεκας καὶ παρδάλεις· παραχρῆμα δὲ παραλύει αὐτῶν τὰ ἴσχια.