Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
ajonjera negra de Jarava | khamailéōn mélas χαμαιλέων μέλας |
Cardopatum corymbosum (L.) Pers. |
3.9 |
τκδ (324)
Texto provisional
χαμαιλέων μέλας, [οἱ δὲ πάγκαρπος, οἱ δὲ οὐλοφόνον, οἱ δὲ ἰξίαν, οἱ δὲ κυνόμαζον, οἱ δὲ ὠκιμοειδές, οἱ δὲ Κνίδιος κόκκος, οἱ δὲ κυνόζολον, οἱ δὲ ὀζύα, Ῥωμαῖοι κάρδους νίγρα, οἱ δὲ οὐερνιλάγω, οἱ δὲ οὐστιλάγω, Αἰγύπτιοι σοβέλ.] καὶ αὐτὸς τοῖς φύλλοις σκολύμῳ ἔοικεν, ἐλάττονα μέντοι καὶ λεπτότερα καὶ διέρυθρα ἔχει ταῦτα· καυλὸν δὲ ἀνίησι δακτύλου τὸ πάχος, σπιθαμιαῖον, ὑπέρυθρον, ἐφ᾽ οὗ σκιάδιον καὶ ἄνθη ἀκανθώδη, λεπτά, ὑακινθοειδῆ, ποικίλα. ῥίζα δὲ παχεῖα, μέλαινα, πυκνή, ἐνίοτε καὶ βεβρωμένη, σχισθεῖσα· δὲ ὑπόξανθος, διαμασηθεῖσα δηκτική. φύεται δ᾽ ἐν πεδίοις ξηροῖς καὶ βουνώδεσι τόποις καὶ παραθαλασσίοις. {2} δύναται δὲ ἡ ῥίζα λεία, μιγέντος αὐτῇ χαλκάνθου ὀλίγου καὶ κεδρίνου ἐλαίου καὶ ὀξυγγίου, ψώρας ἐξάγειν· σμήχει δὲ καὶ λειχῆνας θεῖον καὶ ἄσφαλτον προσλαβοῦσα καὶ συνεψηθεῖσα ὄξει καὶ καταχρισθεῖσα· καὶ διακλυζόμενον δὲ τὸ ἀφέψημα αὐτῆς ὀδονταλγίας παύει, μετ᾽ ἴσου δὲ πεπέρεως καὶ κηροῦ περιπλαττομένη τοῖς ἀλγοῦσιν ὀδοῦσι βοηθεῖ· καὶ πυριῶνται δὲ δι᾽ αὐτῆς οἱ ὀδόντες καθεψηθείσης σὺν ὄξει καὶ καταντληθείσης, προσαγομένη δὲ διὰ γραφείου θερμὴ τῷ ἀλγοῦντι ὀδόντι θρύπτει αὐτόν. {3} ἔφηλιν δὲ ἀποκαθαίρει καὶ ἀλφοὺς μετὰ θείου· μείγνυται δὲ καὶ σηπταῖς δυνάμεσι καὶ τὰ φαγεδαινικὰ ἕλκη καὶ τὰ τεθηριωμένα καταπλασθεῖσα ἀνασκευάζουσα θεραπεύει. ὠνόμασται δὲ χαμαιλέων διὰ τὸ ποικίλον τῶν φύλλων·εὑρίσκεται γὰρ ἢ λίαν χλωρὰ ταῦτα ἢ ὑπόλευκα ἢ κυανοειδῆ ἢ ἐρυθρὰ παρὰ τὰς τῶν τόπων διαφοράς.