Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
mercurial perenne | phýllon φύλλον |
Mercurialis perennis L. |
3.125 |
υμα (441)
Texto provisional
φύλλον· [οἱ δὲ ἐλαιόφυλλον, οἱ δὲ καὶ βρυωνίαν καλοῦσιν.] φύεται ἐν πέτραις· τὸ μὲν θηλυγόνον λεγόμενον ὥσπερ βρύον, ἔχον χλωρότερον ἐλαίας τὸ φύλλον, καυλὸν δὲ λεπτόν, βραχύν, ῥίζαν λεπτήν, ἄνθος λευκόν, καρπὸν μικρὸν ὥσπερ μήκωνος. τὸ δὲ ἀρρενογόνον τὰ μὲν ἄλλα ὅμοιον τῷ προειρημένῳ, καρπῷ δὲ διαφέρει· ἔχει γὰρ ὅμοιόν <τι> ἄρτι ἐξηνθηκυΐᾳ ἐλαίᾳ, βοτρυῶδες. λέγεται δὲ τὸ ἀρρενογόνον ποθὲν ἀρσενοτοκεῖν, τὸ δὲ θηλυγόνον θηλυτοκεῖν. ἱστορεῖ περὶ τούτων Κρατεύας· ἐμοὶ δὲ δοκεῖ τὰ τοιαῦτα μέχρις ἱστορίας ἐρεῖν.