Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
lágrima de acebuche | dákryon aithipoikês elaías δάρκυον αἰθιοπικῆς ἐλαίας |
Olea europaea var. sylvestris Mill. |
1.105.6 |
ρε (105)
περὶ δακρύου ἐλαίας αἰθιοπικῆς· τὸ δὲ
δάκρυον τῆς αἰθιοπικῆς ἐλαίας ἔοικέ πως σκαμμωνίᾳ, ἔγκιρρον, ἐκ μικρῶν σταγόνων συγ-
κείμενον, δηκτικόν. τὸ δὲ ὅμοιον κόμμει [καὶ ἀμμωνιακῷ], μελανίζον καὶ οὐ δηκτικόν, ἀχρεῖον.
φέρει δὲ τὸ τοιοῦτον καὶ ἡ παρ᾽ ἡμῖν ἐλαία καὶ ἀγριελαία. ποιεῖ δὲ πρὸς ἀμβλυωπίαν [1],
καὶ οὐλὰς καὶ λευκώματα ἐγχριόμενον σμήχει, οὖρά τε καὶ ἔμμηνα κινεῖ· <ποιεῖ> καὶ πρὸς ὀ-
δόντων πόνους ἐντιθέμενον εἰς τὸ βρῶμα. ἀναγράφεται δὲ καὶ ἐν τοῖς φθαρτικοῖς,
ἄγει δὲ καὶ ἔμβρυα καὶ λειχῆνας θεραπεύει καὶ λέπραν. καλεῖται δὲ αἰθιοπικὴ ἐλαία καὶ [2]
ἀγριελαία.