Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
lengua de buey | boúglōsson βούγλωσσον |
Anchusa italica Retz. |
4.127 |
φϟθ (599)
Texto provisional
βούγλωσσον· [προφῆται γόνος αἰλούρου, Ὀσθάνης σαννουχί, Αἰγύπτιοι ἀντουεριμβέσωρ, Ῥωμαῖοι λίγγουα βόβουμ, οἱ δὲ Λευκανοὶ <κορράγω>, Ἄφροι λασουνάφ. γεννᾶται εἰς τόπους ὁμάλους καὶ ἀτμώδεις, συνάγεται δὲ ἐν ἰουλίῳ μηνί. φάσι δὲ πρὸς ῥίγη λυσιτελεῖν· πρὸς μὲν οὖν τριταῖον τοῦ ἔχοντος βουγλώσσου γ' καυλοὺς ὅλην ἀποτιτρώσας μετὰ τῶν ῥιζῶν καὶ τοῦ σπέρματος τὴν βοτάνην δίδου πιεῖν, τοῦ δὲ τέσσαρας ἔχοντος τῷ τεταρταίζοντι· ἡ δὲ ἕψησις τούτων σὺν οἴνῳ. καὶ πρὸς ἀποστήματά φασιν αὐτὸ χρησιμεύειν ἔοικεν.] ἔοικε φλόμῳ· φύλλον χαμαιπετὲς τρα χύ τε καὶ μελάντερον καὶ μικρότερον, ὅμοιον βοὸς γλώσσῃ, ὅπερ καθιέμενον εἰς τὸν οἶνον εὐφρόσυνον δοκεῖ εἶναι.