Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
perifollo oloroso | myrrís μυρρίς |
Myrrhis odorata (L.) Scop. |
4.115 |
φπζ (587)
Texto provisional
μυρρίς, οἱ δὲ μύρραν καλοῦσι [οἱ δὲ κονίλην]· τῷ καυλῷ καὶ τοῖς φύλλοις ἔοικε κωνείῳ, ῥίζαν δὲ ἔχει ὑπομήκη, ἁπαλήν, περιφερῆ, εὐώδη, ἡδεῖαν βρωθῆναι, ἥτις πινομένη σὺν οἴνῳ φαλαγγιοδήκτοις βοηθεῖ. καθαίρει δὲ ἔμμηνα καὶ λοχεῖα, καθεψηθεῖσα δὲ ἐν ῥοφήμασιν ὠφελίμως φθισικοῖς δίδοται. ἱστοροῦσι δὲ ἔνιοι πινομένην αὐτὴν καθ᾽ ἡμέραν δὶς ἢ τρὶς σὺν οἴνῳ ἐν λοιμικαῖς καταστάσεσι βοηθεῖν πρὸς τὸ ἄνοσον διαμένειν.