Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
tragoríganos gr. | tragoríganos τραγορίγανος |
Thymus graveolens Sibth. |
3.30 |
fol. fol.
τμδ (344)
Texto provisional
<περὶ τραγοριγάνου· τ>ραγορίγανος· θαμνίσκος ἐστὶν [ὀριγάνῳ
ἢ] ἑρπύλλῳ ἀγρίῳ ἐοικὼς τὰ φύλλα καὶ τὰ κλωνία· ἤδη μέντοι εὑρίσκεταί τις κατὰ τόπους εὐερνεστέρα καὶ πλατύφυλλος, κολλώδης ἱκανῶς· ἡ δέ τις λεπτόκαρφος καὶ λεπτόφυλλος, ἣν καὶ πράσιον ἔνιοι καλοῦσιν. ἀρίστη δὲ ἡ Κιλίκιος καὶ ἡ ἐν Κῷ καὶ ἡ ἐν Χίῳ καὶ Σμύρνῃ καὶ Κρήτῃ. θερμαντικαὶ δὲ πᾶσαι καὶ οὐρητικαὶ καὶ εὐκοίλιοι πινομένου τοῦ ἀφεψήματος·
fol. fol.
{2} ὑποβιβάζουσι γὰρ τὰ χολώδη· εὔθετοι καὶ σπληνικοῖς ποτιζόμεναι μετ᾽ ὄξους καὶ τοῖς ἰξίαν πεπωκόσι μετ᾽ οἴνου· καὶ ἔμμηνα δὲ ἄγουσι, βηξί τε καὶ περιπνευμονίαις σὺν μέλιτι ἐν ἐκλεικτῷ δίδοται. ἔστι δὲ τὸ πότημα ἐπιεικές, ὅθεν τοῖς ἀσώδεσι καὶ κακοστομάχοις καὶ ὀξυρεγμιῶσι δίδοται καὶ ἐφ᾽ ὧν ἄλυσις καὶ ναυτία καὶ θέρμη ὑποχονδρίων παρακολουθεῖ. διαφορεῖ δὲ καὶ οἰδήματα καταπλασθεῖσα μετ᾽ ἀλφίτων.