Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
junco redondo | oxýskhoinos ὀξύσχοινος |
Scirpus holoschoenus L. Schoenus nigricans L. Juncus acutus L. |
4.52 |
fol. fol.
φκγ (523)
Texto provisional
<περὶ σχίνου·> ὀξύσχοινος· [οἱ δὲ ὀξύπτερ-
νος, οἱ δὲ ὀφρὺς ἡλίου, Ῥωμαῖοι ἰούγκουμ μαρίνουμ, οἱ δὲ ἰούγκουμ μανουάλεμ, Ἄφροι χουδόδ.], ἄπο ξυς ἐπ᾽ ἄκρῳ. δισσὸν δὲ καὶ ταύτης εἶδος· ἡ μὲν γὰρ ἄκαρπος, ἡ δὲ καρπὸν μέλανα ἔχει, περιφερῆ, παχύτεροι δὲ ταύτης οἱ κάλαμοι καὶ σαρκωδέστεροι. ἔστι δὲ καὶ τρίτη πολλῷ σαρκωδεστέρα καὶ παχυτέρα τοῖν δυεῖν ὁλόσχοινος λεγομένη·
fol. fol.
ἔχει δὲ καὶ αὕτη καρπὸν ἐπ᾽ ἄκρου ὅμοιον τῇ πρὸ αὐτῆς. {2} ἀμφοτέρων δὲ ὁ καρπὸς φρυγεὶς καὶ πινόμενος μετὰ κράματος κοιλίαν καὶ ῥοῦν ἐρυθρὸν ἵστησι καὶ οὖρα κινεῖ· ἔστι δὲ κεφαλαλγής. τὰ δὲ πρὸς τῇ ῥίζῃ ἁπαλὰ φύλλα καταπλασσόμενα φαλαγγιοδήκτοις ἁρμόζει. ἡ δὲ Εὐριπικὴ σχοῖνος ὑπνωτικὸν ἔχει τὸν καρπόν· φυλάττεσθαι δὲ δεῖ αὐτοῦ ἐν ταῖς πόσεσι τὸ πλῆθος· καροῖ γὰρ λίαν.