Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
tinte negro | melantēría μελαντηρία |
- | 5.101 |
ψοα (771)
Texto provisional
μελαντηρία ἡ μέν τις τῶν ὀρυγμάτων τοῖς στομίοις, ἀφ᾽ ὧν ἂν μεταλλευθῇ χαλκός, ἐπιπήσσεται ἁλμυρίδος τρόπον, ἡ δὲ ἐκ τῆς ἄνωθεν ἐπιφανείας τῶν προειρημένων τόπων, ἥτις καὶ γεώδης ἐστίν· εὑρίσκεται δέ τις καὶ ὀρυκτὴ ἐν Κιλικίᾳ καὶ ἐν ἄλλοις πολλοῖς τόποις. διαφέρει δὲ αὐτῶν ἡ θειόχρους, λεία, ὁμαλή, καθαρά, ἐν τῷ θιγεῖν ὕδατος μελαινομένη ταχέως. δύναμιν δὲ ἔχει καὶ καῦσιν τὴν αὐτὴν τῷ μίσυι.