Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
anteojos | álysson ἄλυσσον |
Biscutella L. |
3.91 |
υζ (407)
Texto provisional
ἄλυσσον· [οἱ δὲ ἀσπίδιον, οἱ δὲ ἀπόφυλλον τραχύ, οἱ δὲ ἀκκύσιτον, οἱ δὲ ἀλύσσιον καλοῦσιν.] φρυγάνιόν ἐστιν ὑπότραχυ, μονόκαυλον, φύλλα ἔχον στρογγύλα, παρ᾽ οἷς ὁ καρπὸς ὡς ἀσπιδίσκια διπλᾶ, ἐν οἷς τὸ σπέρμα ὑπόπλατυ· φύεται ἐν ὀρεινοῖς καὶ τραχέσι χωρίοις. ταύτης τὸ ἀφέψημα ποθὲν λυγμοὺς τοὺς δίχα πυρετοῦ λύει· καὶ κρατηθὲν δὲ ἢ ὀφθὲν τὸ αὐτὸ δρᾷ. σὺν μέλιτι δὲ λεῖον φακοὺς καὶ ἔφηλιν ἀποκαθαίρει. δοκεῖ δὲ καὶ λύσσαν κυνὸς ἰᾶσθαι συγκοπὲν ἐδέσματι καὶ δοθέν· καὶ κρεμάμενον δὲ ἐν οἰκίᾳ ὑγιεινὸν λέγεται εἶναι ἀνθρώποις καὶ ζῴοις. περιαφθὲν δὲ φοινικῷ ῥάκει θρεμμάτων νόσους παύει.