Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
lentiscina | rhētínē skhinínē ῥητίνη σχινίνη |
Pistacia lentiscus L. |
1.70.3 |
ο (70)
περὶ ῥητίνης σχινίνης· γεννᾶται δὲ καὶ ῥητί-
νη ἐξ αὐτῆς, σχινίνη καλουμένη, ὑπ᾽ ἐνίων δὲ μαστίχη, χρησιμεύουσα πρὸς αἵμα-
τος ἀναγωγὰς καὶ πρὸς παλαιὰν βῆχα πινομένη. ἔστι δὲ εὐστόμαχος, ἐρευκτική·μί-
γνυται δὲ καὶ σμήγμασιν ὀδόντων καὶ ἐπιχρίσμασι προσώπου στιλβοποιοῦσα, ἀνα-
κολλᾷ δὲ καὶ τρίχας ἐν ὀφθαλμοῖς, στόματός τε εὐωδίαν [1] ποιεῖ [2] διαμασωμένη καὶ οὔλων
[ἐστι] σταλτική. γεννᾶται δὲ καλλίστη καὶ πλείστη ἐν χίῳ τῇ νήσῳ. διαφέρει δὲ αὐτῆς ἡ λαμ-
πυρίζουσα καὶ τυρρηνικῷ κηρῷ ὁμοία τῇ λευκότητι, ἁδρὰ καὶ <κα>πυρὰ καὶ εὐθρυβής,
εὐώδης, ἡ δὲ χλωρὰ ἥττων. δολοῦται δὲ λιβάνῳ καὶ ῥητίνῃ στροβιλίνῃ μεγνυμένων [3] [αὐτῃ].