Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
vino de ajenjo | apsinthítēs [oînos] ἀψινθίτης [οἴνος] |
- | 5.39 |
fol. fol.
ψζ (707)
Texto provisional
<περὶ ἀψινθίνου·> ἀψινθί-
της δὲ ποικίλως σκευάζεται· οἱ μὲν γὰρ τοῖς μη ξέσταις [τῷ Ἰταλικῷ κεραμίῳ] <γλεύκους> μείξαντες ἀψινθίου Ποντικοῦ λίτραν μίαν ἕψουσι, μέχρι τὸ τρίτον ἀπολειφθῇ· ἔπειτα προσεπιχέαντες γλεύκους ξέστας ἐνενήκοντα καὶ ἀψινθίου ἡμίλιτρον <καὶ> ἐπιμελῶς μείξαντες καταγγίζουσι, κατασταθέντα δὲ διυλίσαντες ἀποτιθέασιν. οἱ δὲ μνᾶν ἀψινθίου τῷ μετρητῇ τοῦ γλεύκους ἐμβρέχουσιν ἐπὶ μῆνας τρεῖς· οἱ δὲ μνᾶν ἀψινθίου εἰς τὸ κεράμιον καθιᾶσι, κόψαντες καὶ ἐνδήσαντες εἰς ὀθόνιον ἀραιὸν ἐπὶ μῆνας δύο. {2} οἱ δὲ ἀψινθίου τρεῖς οὐγγίας, ἔνιοι δὲ τέσσαρας, καὶ νάρδου Συριακῆς, κιναμώμου, κασσίας, καλάμου, σχοίνου ἄνθους, ἐλάτης φοινικίνης ἀνὰ οὐγγίας β' καθιᾶσιν εἰς μετρητὴν γλεύκους ἐν ὅλμῳ κόψαντες καὶ σφηκώσαντες ἐῶσι δίμηνον· εἶτα διυλίσαντες καὶ καταγγίσαντες ἀποτίθενται. οἱ δὲ
fol. fol.
εἰς γλεύκους μετρητὴν νάρδου Κελτικῆς δραχμὰς ιδ καὶ ἀψινθίου δραχμὰς μ καθιᾶσιν, ἐν ὀθονίῳ δήσαντες, καὶ μεθ᾽ ἡμέρας μ μεταγγίζουσιν. {3} οἱ δὲ εἰς κ ξέστας τοῦ γλεύκους λίτραν μίαν ἀψινθίου ἐμβάλλουσι καὶ πιτυίνης ῥητίνης ξηρᾶς οὐγγίας β· μετὰ δὲ ἡμέρας δέκα διυλίσαντες ἀποτίθενται. ἔστι δὲ εὐστόμαχος, οὐρητικός, ἡπατικοῖς νεφριτικοῖς ἰκτερικοῖς χρήσιμος, καὶ βραδυπεπτοῦσιν ἀνορέκτοις κακουμένοις στόμαχον, καὶ πρὸς ὑποχονδρίων τάσιν χρόνιον καὶ ἐμπνευματώσεις, ἕλμινθας στρογγύλας, ἔμμηνα ἐπεχόμενα, πρός τε ἰξίας πόσιν πλεῖστος ποθεὶς καὶ ἐξεμούμενος ἁρμόζει.