Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
persicaria | krataiógonon κραταιόγονον |
Crucianella latifolia L. |
3.124 |
υμ (440)
Texto provisional
κραταιόγονον· [οἱ δὲ κραταίωνον.] φύλλα ἔχει ὅμοια τοῖς τοῦ πυροῦ —πλείονες δὲ ἀπὸ μιᾶς ῥίζης φύονται βλαστοὶ γονατώδεις— καρπὸν δὲ ὅμοιον κέγχρῳ. φύεται δὲ ἐν συσκίοις καὶ φραγμώδεσιν ὡς ἐπὶ πολὺ τόποις, ἰσχυρῶς δριμύ. ἱστορεῖται δὲ ὑπό τινων ἡ πόσις τοῦ καρποῦ γυναῖκα ἀρσενοτόκον ποιεῖν, ἐάν τις μετὰ τὴν κάθαρσιν τῶν καταμηνίων πρὸ τοῦ πλησιάσαι νῆστις πίνῃ τρὶς τῆς ἡμέρας ὁλκὴν τριωβόλου μετὰ ὕδατος κυάθων δύο ἐπὶ ἡμέρας τεσσαράκοντα· ὡσαύτως δὲ καὶ ὁ ἀνὴρ πινέτω τὰς ἴσας ἡμέρας καὶ πλησιαζέτω.