Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
vid silvestre | ámpelos agría ἄμπελος ἀγρία |
Vitis sylvestris Gmel. |
4.181 |
χνδ (654)
Texto provisional
ἄμπελος ἀγρία· κλήματα ἀνίησι μακρὰ ὡς ἀμπέλου οἰνοφόρου, ξυλώδη, τραχέα, φλοιορραγοῦντα, φύλλα δὲ ὅμοια στρύχνῳ κηπαίῳ, πλατύτερα δὲ καὶ μικρότερα, ἄνθος ὡς τρίχας, βρυῶδες, καρπὸν δὲ βοτρυδίοις μικροῖς ὅμοιον, πεπαινόμενον ἐρυθρόν· περιφερὲς δέ ἐστι τὸ σχῆμα τῶν κόκκων. ταύτης ἡ ῥίζα ἀποζεσθεῖσα ἐν ὕδατι καὶ μετ᾽ οἴνου πινομένη τεθαλασσωμένου κυάθων δύο ὑδατῶδες καθαίρει· δίδοται δὲ ὑδρωπικοῖς. οἱ δὲ βότρυες ἐφήλεις ἀποκαθαίρουσι καὶ πάντα σπίλον· ταριχεύονται δὲ καὶ ταύτης οἱ ἀκρεμόνες ἀρτιφυεῖς εἰς βρῶσιν.