Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
rana | bátrakhoi βάτραχοι |
Rana ... |
2.26 |
ρνε (155)
περὶ βατράχων· βάτραχοι ἀν-
τιφάρμακόν εἰσιν ἑρπετῶν πάντων ζωμευθέντες σὺν ἁλσὶ καὶ ἐλαίῳ, τοῦ ζωμοῦ λαμ-
βανομένου· ὁμοίως καὶ πρὸς <τὰς> χρονίους τῶν τενόντων ἀποστάσεις. καέντες δὲ ἐπί-
πασθέντες [1] αἱμορραγίαν στέλλουσι, καὶ ἀλωπεκίας θεραπεύουσι σὺν πίσσῃ ὑγρᾷ κατα-
χριόμενοι. τῶν δὲ χλωρῶν βατράχων τὸ αἷμα ἐπισταζόμενον κωλύει τὰς ἐκτιλθεί-
σας ἀπὸ τῶν βλεφάρων τρίχας φύεσθαι· ὠφελοῦσι καὶ ὀδονταλγίας συνεψόμενοι ὕδα-
τι καὶ ὄξει καὶ διακλυζόμενοι.