Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
resina de olivo | elaiómeli ἐλαιόμελι |
Olea europaea L |
1.31 |
λα (31)
περὶ ἐλαιομέλιτος· [1]
ἐλαιόμελι κατὰ πάλμυρα τῆς Συρίας ἐκ τοῦ στελέχους ἔλαιον [2] μέλιτος παχύτερον ῥεῖ, γλυ-
κὺ τῇ γεύσει, ὅπερ πινόμενον πλῆθος κυ<άθων> β' μετὰ κοτύλης μιᾶς ὕδατος ἄγει κατὰ κοιλίαν
ὠμὸν καὶ χολῶδες. ἔννωθροι δὲ γίνονται καὶ ἔκλυτοι [γίνονται ] οἱ λαμβάνοντες, ὅπερ οὐ δεῖ
εὐλαβεῖσθαι, διεγείρειν δὲ αὐτοὺς μὴ ἐῶντας καταφέρεσθαι. σκευάζεται δὲ καὶ ἐκ τοῦ λίπους
τῶν θαλλῶν ἔλαιον. ἔστι δὲ αὐτοῦ κάλλιστον τὸ παλαιὸν καὶ παχὺ καὶ λιπαρόν, οὐ τεθολωμέ-
νον. θερμαίνει δὲ ἰδίως ποιοῦν πρὸς τὰ ἐπισκοτοῦντα ταῖς κόραις ἐγχριόμενον, καὶ λέ-
πρας καὶ ἀλγήματα <τὰ> περὶ νεῦρα ἐγχριόμενον ὠφελεῖ.