Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
esparceta | onobrykhís ὀνοβρυχίς |
Onobrychis sp. pl. |
3.153 |
υξζ (467)
Texto provisional
<περὶ ὀνοβρυχίδος·> ὀνοβρυχίς [οἱ δὲ ὀνοβρόχειλος, οἱ δὲ ἐσχασμένη, οἱ δὲ ὑπερικόν,
οἱ δὲ κόριον, οἱ δὲ χαμαίπιτυν, Ῥωμαῖοι ὀπτάτα, οἱ δὲ βραχιολάτα, οἱ δὲ ἰωνία, οἱ δὲ ἰουγκινάλεμ, Δάκοι ἀνιαρσεξέ]· τὰ μὲν φύλλα ἔχει ὅμοια φακῷ, μικρῷ μακρότερα, καυλὸν σπιθαμιαῖον, ἄνθος φοινικοῦν, ῥίζαν μικράν· φύεται δὲ ἐν καθύγροις καὶ ἀργοῖς τόποις. δύναμιν δὲ ἔχει ἡ πόα ἐπιπλασθεῖσα λεία διαχεῖν φύματα· μετ᾽ οἴνου δὲ πινομένη στραγγουρίαν θεραπεύει, σὺν ἐλαίῳ δὲ ἀλειφομένη ἱδρῶτας κινεῖ.