Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
miel | méli μέλι |
- | 2.82 |
fol. fol.
σια (211)
περὶ μέλιτος· μέλι πρω-
τεύει τὸ ἀττικὸν καὶ τούτου τὸ ὑμή<τ>τιον καλούμενον, εἶτα τὸ ἀπὸ τῶν κυκλάδων νήσων καὶ
τὸ ἀπὸ τῆς σικελίας, σίμβλιον [1] καλούμενον. ἔστι δὲ δοκιμώτερον [2] τὸ γλυκύτατον καὶ δριμύ,
εὐωδέστερον, ὑπόξανθον, οὐχ ὑγρόν, ὅλκιμον δὲ καὶ εὔτονον, καὶ ἐν τῷ ἑλκυσθῆναι
ἀνατρέχον ὡς ἐπὶ τὸν δάκτυλον. δύναμιν δὲ ἔχει σμηκτικήν, ἀναστομωτικήν, ὑγρῶν
προκλητικήν, ὅθεν ἁρμόζει ἕλκεσι ῥυπαροῖς καὶ κόλποις ἐγκλυζόμενον. {2} ἑψηθὲν δὲ
καὶ ἐπιτεθὲν παρακολλᾷ τὰ ἀφεστῶτα σώματα, λειχῆνάς τε θεραπεύει ἑψόμενον μετὰ
στυπτηρίας ὑγρᾶς καὶ καταχριόμενον, ἤχους τε τοὺς ἐν ὠσὶ καὶ ἀλγήματα σὺν ἁλσὶ ὀρυκτοῖς [3]
λείοις ἐνσταζόμενον χλιαροῖς [4], καὶ φθεῖρας καὶ κονίδας φθείρει καταχριόμενον, λ[ε]ιποδέρ-
μους τε τοὺς μὴ ἐκ περιτομῆς ἀποκαθίστησι, μαλασσομένης τῆς πόσθης τὸ [5] μέλιτι, μάλιστα
ἀπὸ βαλανείου, ἐφ᾽ ἡμέρας λ'. ἀποκαθαίρει δὲ καὶ τὰ ἐπισκοτοῦντα ταῖς κόραις, καὶ τὰ
περὶ βρόγχον καὶ παρίσθμια καὶ συνάγχας διαχριόμενον καὶ ἀναγαργαριζόμενον θεραπεύει.
{3} κινεῖ δὲ καὶ οὖρα, καὶ βηξὶν ἁρμόζει καὶ τοῖς ὑπὸ ἑρπετῶν δηχθεῖσι, καὶ πρὸς μήκωνος [6]
πόσιν μετὰ ῥοδίνου θερμὸν λαμβανόμενον, καὶ πρὸς μύκητας καὶ λυσσοδήκτους ἐκ-
fol. fol.
λειχόμενον ἢ πινόμενον. ἔστι μέντοι τὸ ὠμὸν φυσῶδες κοιλίας καὶ βηχὸς ἐρεθιστικόν,
ὅθεν ἐξηφρισμένῳ δεῖ χρῆσθαι. πρωτεύει δὲ τὸ ἐαρινόν, εἶτα τὸ θερινόν· τὸ δὲ χειμερινὸν πα-
χύτερον ὂν χεῖρον καὶ ξηρανθέσμους [7] ποιοῦν. {4} τὸ δὲ ἐν σαρδονίᾳ γεννώμενον μέλι [8],
πικρὸν <ὂν> διὰ τὴν τοῦ ἀψινθίου νομήν, ἁρμόζει πρὸς ἐφηλίδας καὶ σπίλους τοὺς ἐν
προσώπῳ καταχρισθέν. γεννᾶται δὲ <καὶ> ἐν ἡρακλείᾳ τῇ ποντικῇ κατά τινας καιροὺς
διά τινων [9] ἀνθῶν ἰδιοτροπίαν [10] μέλι, ὃ τοὺς φαγόντας ἐξίστησι μετὰ ἐφιδρώσεως. βο-
ηθοῦνται δὲ πήγανον ἐσθίοντες καὶ τάριχον καὶ οἰνόμελι πίνοντες, <καὶ> ὁσάκις ἂν ἐξεμέσω-
σι, τὰ αὐτὰ προσφερόμενοι. {5} ἔστι δὲ δριμὺ καὶ πταρμοὺς κατὰ τὴν ὄσφρησιν κινοῦν, θε-
ραπεῦον ἔφηλιν καταχρισθὲν μετὰ κόστου, μετὰ δὲ ἁλὸς πελιώματα αἶρον [11]. καλεῖται δέ τι
καὶ σάκχαρον, εἶδος ὂν μέλιτος ἐν ἰνδίᾳ πεπηγότος καὶ τῇ εὐδαίμονι ἀραβίᾳ, εὑρισκόμενον
ἐπὶ τῶν καλάμων, ὅμοιον τῇ συστάσει ἁλσὶ καὶ θραυόμενον ὑπὸ τοῖς ὀδοῦσι καθάπερ
οἱ ἅλες. ἔστι δὲ εὐκοίλιον, εὐστόμαχον, διεθὲν ὕδατι καὶ ποθέν, ὠφελοῦν κύστιν κεκα-
κωμένην καὶ νεφρούς· καθαίρει δὲ καὶ τὰ ταῖς κόραις ἐπισκοτοῦντα ἐγχριόμενον.