Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
agrimonia | Eupatórion εὐπατόριον |
Agrimonia eupatoria L. |
4.41 |
fol. fol.
φιγ (513)
Texto provisional
<περὶ εὐπατορίου·> εὐπατόριος· [οἱ δὲ ἡπατόριος, οἱ δὲ ἡπατῖτις, Ῥω-
μαῖοι οὐολούκρουμ μάϊους] πόα ἐστὶ φρυγανώδης, ῥάβδον ἀναφέρουσα μίαν, λεπτήν,
ξυλώδη, ὀρθήν, μέλαιναν, ἔνδασυν, πήχεως ἢ καὶ μείζονα· φύλλα δὲ ἐκ διαστημάτων [1],
fol. fol.
ἐσχισμένα μάλιστά που εἰς πέντε μοίρας ἢ καὶ πλείους, τοῖς τῆς πεντεφύλλου ἢ καννάβεως μᾶλλον ἐοικότα, καὶ αὐτὰ δὲ ὑπομέλανα, πριονοει4.41.2 δῶς ἐξ ἄκρων ἐντετμημένα· σπέρμα δὲ περιπέφυκεν ἀπὸ μέσου τοῦ καυλοῦ ὑπόδασυ, κάτω νενευκός, ὡς καὶ τοῖς ἱματίοις προσέχεσθαι ξηρανθέν. ταύτης τὰ φύλλα μετὰ στέατος χοιρείου παλαιοῦ λεῖα ἐπιτεθέντα τὰ δυσαπούλωτα τῶν ἑλκῶν ἰᾶται, τὸ δὲ σπέρμα καὶ ἡ πόα σὺν οἴνῳ πινομένη δυσεντερικοὺς καὶ ἡπατικοὺς καὶ ἑρπετοδήκτους ὠφελεῖ. ἔνιοι ταύτην ἀργεμώνιον ἐκάλεσαν πλανηθέντες· ἑτέρα γάρ ἐστιν, ὡς ὑπεδείξαμεν.