Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
yezgo | khamaiáktē χαμαιάκτη |
Sambucus ebulus L. |
4.173.2 |
χμϚ (646)
Texto provisional
τὸ δ᾽ ἕτερον αὐτῆς χαμαιάκτη καλεῖται, ὑφ᾽ ὧν δὲ ἕλειος ἀκτῆ· ἐλάττων δὲ καὶ βοτανωδεστέρα, καυλὸν ἔχουσα τετράγωνον, πολυγόνατον· τὰ δὲ φύλλα ἐκ διαστημάτων περὶ ἕκαστον γόνυ τεταρσωμένα, ὅμοια ἀμυγδαλῇ, κεχαραγμένα δὲ κύκλῳ καὶ μακρότερα, βαρύοσμα· σκιάδιον δὲ ἐπ᾽ ἄκρου ὅμοιον τῇ πρὸ αὐτῆς καὶ ἄνθος καὶ καρπός· ῥίζα δ᾽ ὕπεστι μακρά, δακτύλου τὸ πάχος. δύναμις δὲ ἡ αὐτὴ ἀμφοτέρων καὶ χρῆσις, ψυκτική, ὑδραγωγός, κακοστόμαχος μέντοι. ἑψόμενα δὲ τὰ φύλλα ὡς λάχανα καθαίρει φλέγμα καὶ χολήν, καὶ οἱ καυλοὶ δὲ ἁπαλοὶ ἐν λοπάδι λημφθέντες τὰ αὐτὰ ποιοῦσι. {3} καὶ ἡ ῥίζα δὲ αὐτῆς ἑψηθεῖσα σὺν οἴνῳ καὶ διδομένη παρὰ τὴν δίαιταν ὑδρωπικοὺς ὠφελεῖ, βοηθεῖ δὲ καὶ ἐχιδνοδήκτοις ὁμοίως πινομένη· ἀφεψηθεῖσα δὲ μεθ᾽ ὕδατος εἰς ἐγκάθισμα ὑστέραν μαλάσσει καὶ ἀναστομοῖ καὶ διορθοῦται τὰς περὶ αὐτὴν διαθέσεις. καὶ ὁ καρπὸς δὲ σὺν οἴνῳ ποθεὶς τὰ αὐτὰ ποιεῖ, μελαίνει δὲ καὶ τρίχας ἐγχριόμενος. τὰ δὲ φύλλα πρόσφατα καὶ ἁπαλὰ φλεγμονὰς πραΰνει σὺν ἀλφίτῳ καὶ κατακαύμασιν ἁρμόζει καὶ κυνοδήκτοις καταπλασσόμενα· κολλᾷ δὲ <καὶ> ὑποφοράς, καὶ ποδαγρικοῖς βοηθεῖ μετὰ στέατος ταυρείου ἢ τραγείου καταπλασσόμενα.