Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
heliotropio menor | heliotrópion mikrón ἡλιοτρόπιον μικρόν |
Chrozophora tinctoria (L.) A. Juss. |
4.191 |
χξε (665)
Texto provisional
ἡλιοτρόπιον τὸ μικρόν· [οἱ δὲ σκορπίουρον.] φύεται ἐν <τόποις> τελματώδεσι καὶ παρὰ λίμναις, ἔχον φύλλα παραπλήσια τῷ προειρημένῳ, στρογγυλώτερα δέ, καρπὸν στρογγύλον, ἀποκρεμάμενον ὡς ἀκροχορδόνας. δύναται δὲ ἡ πόα μετὰ τοῦ καρποῦ πινομένη σὺν νίτρῳ καὶ ὑσσώπῳ καὶ καρδάμῳ καὶ ὕδατι ἕλμινθα πλατεῖαν καὶ στρογγύλην ἐκτινάσσειν· αἴρει δὲ καὶ ἀκροχορδόνας σὺν ἁλσὶ καταπλασσομένη.