Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
quebradizo | alsínē ἀλσίνη |
Thelygonum cynocrambe L. |
4.86 |
φνη (558)
Texto provisional
ἀλσίνη· [οἱ δὲ ἀνθύλλιον, οἱ δὲ ἀλσίνη, οἱ δὲ μυότροχον, οἱ δὲ μυρτόσπληνον, Ῥωμαῖοι μοῦρις αὐρίκουλα, Ἄφροι λαυαθθαλβάθ.] οἱ δὲ μυὸς ὦτα ἀπὸ τοῦ ὅμοια ἔχειν φύλλα μυὸς ὠτίοις, ἀλσίνη δὲ διὰ τὸ σκιεροὺς καὶ ἀλσώδεις φιλεῖν τόπους. πόα ὁμοία ἑλξίνῃ, ταπεινοτέρα δὲ καὶ μικροφυλλοτέρα καὶ οὐ δασεῖα, διατριφθεῖσά τε σικύων ὄζει. δύναμιν δὲ ἔχει ψυκτικήν, στυπτικήν, ἁρμόζουσαν πρὸς φλεγμονὰς ὀφθαλμῶν μετ᾽ ἀλφίτου καταπλασσομένη, καὶ πρὸς ὤτων πόνον ὁ χυλὸς αὐτῆς ἐνσταζόμενος· καὶ καθόλου δύναται τὰ αὐτὰ τῇ ἑλξίνῃ.