Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
nenúfar blanco | nymphaía νυμφαία |
Nymphaea alba L. |
3.132 |
υμη (448)
Texto provisional
νυμφαία φύεται ἐν ἕλεσι καὶ ὕδασι στασίμοις. φύλλα δὲ ἔχει ὅμοια κιβωρίῳ, μικρότερα δὲ καὶ ἐπιμηκέστερα, ποσῶς ὑπερέχοντα τοῦ ὕδατος, τὰ δὲ καὶ ἐν αὐτῷ τῷ ὕδατι, πλείονα ἐκ τῆς αὐτῆς ῥίζης, ἄνθος δὲ λευκόν, ὅμοιον κρίνῳ, ἔχον κροκῶδες τὸ μέσον· ὅταν δὲ ἀπανθήσῃ, στρογγύλον, μήλῳ παραπλήσιον τῇ περιφερείᾳ γίνεται ἢ μήκωνος κεφαλῇ, μέλαν, ἐν ᾧ καρπὸς πλατύς, πυκνός, γευομένῳ γλίσχρος· ὁ δὲ καυλὸς λεῖος, οὐ παχύς, μέλας, ὅμοιος τῷ τοῦ κιβωρίου, ῥίζα μέλαινα, τραχεῖα, ῥοπαλοειδής, ἥτις τέμνεται φθινοπώρῳ. {2} ξηρὰ δὲ ποθεῖσα κοιλιακοὺς καὶ δυσεντερικοὺς ὠφελεῖ σὺν οἴνῳ καὶ σπλῆνα τήκει· καταπλάσσεται δὲ πρὸς στομάχου καὶ κύστεως ἀλγήματα ἡ ῥίζα καὶ ἀλφοὺς σμήχει σὺν ὕδατι, ἀλωπεκίας τε σὺν πίσσῃ ἐπιτεθεῖσα ἰᾶται. πίνεται δὲ ἡ ῥίζα καὶ πρὸς ὀνειρωγμούς· πραΰνει τε γὰρ τούτους ἀτονίαν τε ἐργάζεται αἰδοίου πρὸς ὀλίγας ἡμέρας, εἴ τις ἐνδελεχῶς πίνοι· ταὐτὰ δὲ ποιεῖ καὶ τὸ σπέρμα ποθέν. {3} δοκεῖ δὲ ὠνομάσθαι ἀπὸ νυμφῶν διὰ τὸ ἔνυδρον αὐτὴν φιλεῖν τόπον· εὑρίσκεται δὲ πολλὴ ἐν ῎Ηλιδι ἐπὶ τοῦ Ἀνίγρου ποταμοῦ καὶ τῆς Βοιωτίας ἐν Ἁλιάρτῳ.