Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
oropimente | arsenikón ἀρσενικόν |
- | 5.104 |
ψοδ (774)
Texto provisional
ἀρσενικὸν κατὰ τὰ αὐτὰ γεννᾶται μέταλλα τῇ σανδαράκῃ. ἄριστον δὲ ἡγητέον τὸ πλακῶδες καὶ χρυσίζον τῇ χρόᾳ, τάς τε πλάκας λεπιζομένας ἔχον καὶ ὡς ἂν ἐπικειμένας ἀλλήλαις, ἔτι δὲ ἀμιγεῖς ἑτέρας φύσεως. τοιοῦτο δ᾽ ἐστὶ τὸ γεννώμενον ἐν Μυσίᾳ τῇ ἐν Ἑλλησπόντῳ. ἔστι δ᾽ αὐτοῦ εἴδη δύο· τὸ μὲν οἷον προείρηται, τὸ δὲ βωλῶδες, <ὠχροειδὲς> τῇ χρόᾳ, σανδαρακίζον, ἐκ Πόντου καὶ Καππαδοκίας φερόμενον· δευτερεύει δὲ τὸ τοιοῦτον. {2} ὀπτᾶται δὲ οὕτως· ἐπ᾽ ὀστράκου καινοῦ ἐπερεισάμενος αὐτὸ θὲς ἐπὶ διαπύρους ἄνθρακας καὶ στρέφε συνεχῶς· ὡς δ᾽ ἂν πυρωθῇ καὶ μεταβάλῃ, ψύξας καὶ λεάνας ἀποτίθεσο. δύναμιν δὲ ἔχει σηπτικήν τε καὶ ἐσχαρωτικὴν μετὰ πυρώσεως καὶ βιαίου δήξεως. ἔστι δὲ καὶ τῶν στελλόντων· ψιλοῖ δὲ καὶ τὰς τρίχας.