Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
mirra | smýrna σμύρνα |
Commiphora myrrha Engl. |
1.64 |
fol. fol.
ξδ (64)
περὶ σμύρνης· σμύρνα δάκρυόν ἐστι δένδρου γεννωμέ-
νου ἐν ἀραβίᾳ, ὅμοιον [1] τῇ αἰγυπτιακῇ ἀκάνθῃ, οὗ ἐγκοπτομένου ἀπορρεῖ τὸ δά-
κρυον εἰς ὑπεστρωμένας ψιάθους, τὸ δὲ [ἐπὶ] τῷ στελέχει περιπήγνυται. καὶ λέ-
γεται <δὲ> αὐτῆς ἡ μέν τις πεδιάσι[μ]ος λιπαρά, ἧς πιεζομένης ἡ στακτὴ λαμβάνεται,
ἡ δέ τις γαβιρέα λιπαρωτάτη ἐν εὐγείοις καὶ λιπαροῖς τόποις [ἐγ]γεννωμένη, ἣ καὶ πολ-
λὴν ἀνίησι τὴν στακτήν. πρωτεύει δὲ ἡ τρωγλοδυτική, καλουμένη ἀπὸ τῆς γεννώσης
αὐτὴν χώρας, ὑπόχλωρος καὶ δηκτική οὖσα, διαυγής· [συλ]λέγεταί τις καὶ λεπτή,
μετὰ τὴν τρωγλοδυτικὴν ἀριθμουμένη [2], ἐνάπα[λ]λος <οὖσα> ὡς τὸ βδέλλιον, ὑπόβρωμος
τῇ ὀσμῇ, ἐν εὐηλίοις τόποις γεννωμένη. {2} ἡ δέ τις καυκαλὶς [3] λεγομένη ὑπέρωρος,
μέλαινα, κάτοπτος, ἡ δὲ χειρίστη ἐν ἁπάσαις ἐργασίμη καλεῖται, ψαφαρὰ καὶ ἀ-
λιπής, δριμεῖα, κομμίζουσα τῇ ὄψει καὶ τῇ δυνάμει, καὶ ἡ ἀμιννέα [4] δὲ καλουμένη
ἀ<πο>δόκιμος. καὶ πιέσματα δὲ ἐξ αὐτῶν γίνεται, ἀπὸ μὲν τῶν λιπαρῶν εὐώδη καὶ λι-
παρά, ἀπὸ δὲ τῶν ξηρῶν ἀλιπῆ καὶ οὐκ εὐώδη, ἄτονος [5] δὲ διὰ τὸ [μὴ] προσειληφέναι ἔ-
λαιον εἰς τὴν ἀνάπλασιν. δολίζεται δὲ κόμμ<ε>ι βραχέντι σμύρνης ἀποβρέγματι καὶ
μιγνυμένῳ. {3} ἐκλέγου δὲ τὴν νέαν, ψαφαράν [6], κούφην, ὁμόχρουν πανταχόθεν
καὶ <τὴν> ἐν τῷ θλασθῆναι ἔνδοθεν λευκὰς ὀνυχοειδεῖς ἔχουσαν διαφύσεις λείας, μικρόβω-
λόν τε [7] καὶ πικράν, εὐώδη, δριμεῖαν, θερμαντικήν. ἡ δὲ βαρεῖα καὶ τῇ χρόᾳ πισσώ-
δης ἐστὶν ἄχρηστος. δύναμιν δὲ ἔχει θερμαντικήν, καρωτικήν, κολλητικήν, ξηραν-
τικήν, στυπτικήν· μαλάσσει δὲ καὶ μήτραν μεμυκυῖαν καὶ ἀναστομοῖ, ἄγει δὲ καὶ
ἔμμηνα καὶ ἔμβρυα συντόνως σὺν ἀψινθίῳ ἢ θέρμων ἀποβρέγματι ἢ πηγάνου
χυλῷ προστεθεῖσα. λαμβάνεται δὲ ἀντὶ καταποτίου μέγεθος κυάμου πρὸς
βῆχα χρόνιον καὶ ὀρθόπνοιαν καὶ πλευρᾶς πόνον καὶ θώρακος, λύσιν [8] τε κοιλίας
καὶ δυσεντερίας [9]. {4} λύει δὲ καὶ ῥίγη πρὸ δύο ὡρῶν τῆς ἐπιβολῆς μετὰ πεπέρεως
fol. fol.
καὶ ὕδατος τὸ μέγεθος κυάμου ποθεῖσα, ἀρτηρίας τε τραχύτητα[ς] καὶ δασυσμοὺς
φωνῆς ἀποκαθίστησιν ὑποτιθεμένη τῇ γλώττῃ καὶ ἀποχυλιζομένη. κτείνει δὲ καὶ ἕλ-
μινθας καὶ πρὸς δυσωδίαν στόματος διαμασᾶται, πρὸς δὲ μασχαλῶν [πόνους] μετὰ
στυπτηρίας ὑγρᾶς διαχρίεται. σὺν οἴνῳ δὲ καὶ ἐλαίῳ διακλυζομένη ὀδόντας καὶ οὖλα κρατύ-
νει· κολλᾷ δὲ καὶ τὰ ἐν τῇ κεφαλῇ τραύματα ἐπιπασσομένη, καὶ τὰ τεθλασμένα ὦτα
καὶ ἐψιλωμένα ὀστᾶ ἰᾶται σὺν κοχλίου σαρκὶ ἐπιτιθεμένη [10], καὶ τὰ πυορροοῦντα τῶν
ὤτων καὶ φλεγμαίνοντα σὺν μηκωνίῳ καὶ καστορίῳ καὶ γλαυκίῳ. {5} πρὸς δὲ ἰόνθους μετὰ
κασσίας καὶ μέλιτος ἐπιχρίεται, λειχῆνάς τε ἀποσμήχει σὺν ὄξει, καὶ τρίχας ῥεούσας
μετὰ λαδάνου καὶ οἴνου καὶ μυρσινίνου καταχριομένη ῥώννυσι. πραύνει δὲ καὶ τοὺς
χρονίους κατάρρους διαχριομένη [11] πτερῷ τῶν μυξωτήρων· πληροῖ καὶ τὰ ἐν ὀφθαλμοῖς
ἕλκη καὶ καθαίρει τὰ λευκώματα καὶ τὰ ἐπισκοτοῦντα ταῖς κόραις καὶ τραχώματα
σμήχει. γίνεται δὲ καὶ λιγνὺς ἐξ αὐτῆς ὁμοία [12] τῇ ἐκ τοῦ λιβάνου, ὡς ὑποδείξομεν ἁρ-
μόζουσα πρὸς τὰ αὐτά.