Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
gayomba | spartíon σπαρτίον |
Spartium junceum L. |
4.154 |
χκθ (629)
Texto provisional
σπαρτίον· [οἱ δὲ λοβόν, οἱ δὲ λύγον καλοῦσιν.] θάμνος ἐστὶ φέρων ῥάβδους μακράς, ἀφύλλους, στερεάς, δυσθραύστους, αἷς τὰς ἀμπέλους δεσμεύουσι· φέρει δὲ λοβοὺς ὥσπερ φασήλου, ἐν οἷς σπερμάτια φακοειδῆ, ἄνθος μήλινον ὥσπερ λευκοΐου. τούτου ὁ καρπὸς καὶ τὰ ἄνθη ποθέντα σὺν μελικράτῳ ὁλκὴ ὀβολῶν πέντε καθαίρει ἄνω μετ᾽ ἐντάσεως πολλῆς ὥσπερ ὁ ἐλλέβορος ἀκινδύνως, ὁ δὲ καρπὸς κινεῖ <καὶ> τὴν κάτω κάθαρσιν· καὶ αὐτῶν δὲ τῶν ῥάβδων ἐν ὕδατι βραχεισῶν, εἶτα κοπει σῶν καὶ χυλισθεισῶν, ἰσχιαδικῶν ἐστι βοήθημα ὁ χυλὸς ὅσον κύαθος εἷς πινόμενος νήστεσιν· ἔνιοι δὲ ἐναποβρέξαντες ἅλμῃ ἢ θαλάττῃ ἐγκλύζουσι τοὺς ἰσχιαδικούς· ἄγει δὲ αἱματῶδες καὶ ξυσματῶδες.