Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
valeriana griega | polemōnion πολεμώνιον |
Polemonium caeruleum L. |
4.8 |
υπ (480)
Texto provisional
πολεμώνιον· οἱ δὲ Φιλεταίριον, Καππάδοκες δὲ χιλιοδύναμον καλοῦσι. κλωνία ἔχει λεπτά, τεταρσωμένα, φύλλα ὀλίγῳ μείζονα πηγάνου, ἐπιμηκέστερα δὲ πρὸς τὰ τοῦ πολυγόνου ἢ τῆς καλαμίνθης· ἐπ᾽ ἄκρων δὲ αὐτῶν ὥσπερ κόρυμβοι, ἐν οἷς τὸ σπέρμα μέλαν, ῥίζα παχεῖα, ὑπόλευκος, ἐμφερὴς στρουθίῳ· φύεται ἐν ὀρεινοῖς καὶ τραχέσι τόποις. 4.8.2 ταύτης ἡ ῥίζα πίνεται ἐν οἴνῳ πρὸς θηρία καὶ δυσεντερίαν, δυσουρίαν τε καὶ ἰσχιάδα μεθ᾽ ὕδατος, σπληνικοῖς δὲ <δίδοται> μετ᾽ ὄξους ὅσον δραχμῆς μιᾶς ὁλκή· καὶ περιάπτεται <δὲ> ἡ ῥίζα πρὸς σκορπίου πληγήν· φασὶ δὲ μὴ τύπτεσθαι τοὺς ἔχοντας αὐτὴν ἢ κἂν πληγῶσι, μηδὲν πάσχειν. παύει δὲ καὶ ὀδονταλγίας διαμασωμένη.